30.
31.
KΟPNHΛIΟY BPIΓKTIΟY
AMOPΦOPTIEΩΣ
ἐς τὰ τοῦ Oὑβέρτου Гολτζίου νομίσματα
ἑλληνικὰ ἐπίγραμμα.
EΠ
τάλοφoς ῥώμη πολλοῖς γλαφυροῖσί τε σκύλοις
Τῆς ἀσίης, λιβύης τε καὶ εὐρώπης μαχίμοιο,
Τὰς πολέμοις τε μάχαις τε πάλαι νίκησε πονήραις,
Κοσμεῖσθαι ἱερεῖα θεῶν, παλλάντιον ἁυτῆς,
Δώματα, καὶ ἀγορὰς μεγαλοφρονέεσκε πλατείας.
Θησαυρούς τ' οἰκουμενικοὺς, καὶ χρήματα πάντων
Εν τῷ κόλπῳ ἐθνῶν κρατέειν ἀπεκόμπασε μούνην.
Τᾶυτα δὲ οὐχ ἑνὸς ἐργασίῃ τε πόνῳ τε βιαίῳ
Εἶχε στρατηγοῦ ἀριστεύσαντος κάλλιον ἄλλων,
Αλλ' ἀρετῇ πολλῶν τεινάντων τέρματα ῥώμης.
Πουλὺ δικαιότερον βέλγαι καυχᾶσθαι ἔχουσιν,
Οττι ἐκεῖνα τὰ κάλ' ἐξαρπασθέντα καὶ αὐτοῖς
ῥωμαίοις, ἐν κόλπῳ ἔχειν σφῶν πάντα ὁρῶντι
Αργαλέῳ τε πόνῳ, ἀρετῇ θ' ἑνὸς ἀνδρὸς, ἁπάντων
Οσσους γαῖα τρέφει πολυμοχθοτέροιο πλατεῖα,
Οὔνομα
OYBERTOY
πολυχρύσου, βελγικὴ αὐτὸν
ГOΛΤΖON
κικλήσκει διαλέκτῳ γαῖα, δικάιως.
Εκ γὰρ ὅδ' ἀμφιλαφοῦς θησαυροῦ, καὶ πολυτίμου,
Ωσπερ ἀμαλθείας κέρατος, κειμήλια πάντα,
Ωσσ' ἐξ εὐρώπης βασιλειῶν παντοδαπάων,
Οσσα τε ἐκ κελτῶν, γερμανῶν, ἑσπεριῶν τε,
Αὐσονίων τε συνῆγε, καὶ ὅσσα ἡ ἑλλάδος ἔσχεν
Χρήματα χθὼν, σικελῶν, δαυνῶν, καλαβρῶν τε μακάρτων
Οσσα τε ἰλλυριοὶ, μακεδών τε νομίσματα καὶ θρῂξ
Κτήσατο, δαψιλέως ἐς κόλπον προύχεε βελγῶν.
Μήτε τέλεια ἅλις δόμεναι, μήθ' ἱκανὰ δῶρα,
Μήτ' εὐεργεσίην ὑποδείξασθαι ἐνόμιζεν,
Εἰ μὴ κ'εἰς ἀσίην περάσας, κειμήλια πασῶν
Ελλαδικῶν πόλεων ἐπισωρέυσαι τ' ἂν, ὅληντε
Ολβιάσαι χθόνα βελγάων, ἀρχαῖα ὀρύξας
Μνήματα ἑλλήνων πολλοῖσι λαθόντα ἔτεσσιν.
Ὢ γῆς ἐυτυχέος βελγάων, ἣ ὑπὲρ ἄλλα
Χωρία τ' ἐν κόσμῳ βαθυλήϊα ὄλβον ἁπάντων
Τῶν ἐθνῶν ὁλοχρύσον ἔχεις εὐφήμεε τοίνυν
Οὑβέρτῳ ἀγαθῶν τοσσούτων ἀιτίῳ οὐκ ἂν
Αφθον' ἔχοις τὰ τάλαντα, ἄτερ δωτῆρος ἐάων
Τοσσατίων. τὰ δὲ δωσόμενος, πολυπρήγμονι κῆρι
Μηδενὸς ἢ καμάτοιο ἐφείσατο, ἠὲ πορείης.